Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.185 Joseph. AJ 1.190 (English) >>Joseph. AJ 1.194

1.188καὶ γενομένη ἐγκύμων θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα, ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν ὑπʼ αὐτῆς τεχθησόμενον. Ἁβράμου δὲ αὐτὴν πρὸς αἰκίαν παραδιδόντος τῇ Σάρρᾳ δρασμὸν ἐπεβούλευσεν οὐχ ὑπομένουσα τὰς ταλαιπωρίας καὶ τὸν θεὸν ἱκέτευεν οἶκτον αὐτῆς λαβεῖν. 1.189ὑπαντιάζει δὲ διὰ τῆς ἐρήμου προϊοῦσαν αὐτὴν ἄγγελος θεῖος κελεύων πρὸς τοὺς δεσπότας ἐπανιέναι· βίου γὰρ μείζονος τεύξεσθαι σωφρονοῦσαν· καὶ γὰρ νῦν εἰς τὴν δέσποιναν ἀγνώμονα καὶ αὐθάδη γενομένην ἐν τούτοις εἶναι τοῖς κακοῖς· 1.190παρακούουσαν μὲν τοῦ θεοῦ καὶ προσωτέρω χωροῦσαν ἔλεγεν ἀπολεῖσθαι, νοστήσασαν δὲ αὐτὴν ὀπίσω γενήσεσθαι μητέρα παιδὸς τῆς γῆς ἐκείνης βασιλεύσοντος. τούτοις πείθεται καὶ ἐπανελθοῦσα πρὸς τοὺς δεσπότας συγγνώμης ἔτυχε· τίκτει δὲ μετʼ οὐ πολὺ Ἰσμαῆλον, θεόκλυτον ἄν τις εἴποι, διὰ τὸ εἰσακοῦσαι τὸν θεὸν τῆς ἱκεσίας. 1.191

Ἁβράμῳ μὲν οὖν ἕκτον ἤδη καὶ ὀγδοηκοστὸν ἔτος γεγονότι προειρημένος ἐγεννήθη, εἰς ἔνατον δʼ αὐτῷ καὶ ἐνενηκοστὸν παρελθόντι ἐπιφανεὶς θεὸς ἀπήγγειλεν, ὡς παῖς αὐτῷ ἐκ Σάρρας ἔσοιτο· κελεύει δʼ αὐτὸν καλέσαι Ἴσακον δηλῶν ἐσόμενα ἔθνη μεγάλα ἀπʼ αὐτοῦ καὶ βασιλεῖς, καὶ ὅτι πολεμήσαντες καθέξουσι τὴν Χαναναίαν ἅπασαν ἀπὸ Σιδῶνος μέχρι Αἰγύπτου,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.185 Joseph. AJ 1.190 (English) >>Joseph. AJ 1.194

Powered by PhiloLogic